Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.63 Joseph. AJ 16.69 (English) >>Joseph. AJ 16.73

16.66

Προύβαινε δʼ ἀεὶ τὰ κατὰ τὴν στάσιν τῆς οἰκίας καὶ χαλεπωτέραν ἐλάμβανε τὴν ἐπίδοσιν, ἀντιμεταλαβούσης μὲν ὥσπερ ἐκ κληρονομίας τὸ κατὰ τῶν νεανίσκων μῖσος τῆς Σαλώμης καὶ πᾶν ὅσον εὐδοκιμήκει κατὰ τῆς μητρὸς αὐτῶν εἰς ἀπόνοιαν καὶ θράσος λαμβανούσης μηδένα τῶν ἐξ ἐκείνης καταλιπεῖν, ὃς δυνήσεται τιμωρῆσαι τῷ θανάτῳ τῆς διʼ αὐτὴν ἀνῃρημένης, 16.67ἐχόντων δέ τι καὶ τῶν νεανίσκων θρασὺ καὶ δύσνουν εἰς τὸν γεγεννηκότα μνήμῃ τε τῆς μητρὸς οἷα πάθοι παρὰ τὴν ἀξίαν καὶ τῇ τοῦ κρατεῖν ἐπιθυμίᾳ. 16.68πάλιν τε τὸ κακὸν ὅμοιον ἐγεγόνει τοῖς πρώτοις, βλασφημίαι μὲν ἐξ ἐκείνων εἴς τε τὴν Σαλώμην καὶ τὸν Φερώραν, κακοήθειαι δὲ τούτων εἰς τὰ μειράκια καὶ μετὰ πραγματείας ἐπιβουλή· 16.69τὸ μὲν γὰρ μῖσος ἴσον ἦν ἐξ ἀλλήλων, δὲ τρόπος τοῦ μισεῖν οὐχ ὅμοιος· ἀλλʼ οἱ μὲν ἐν τῷ φανερῷ λοιδορηθῆναι καὶ προσονειδίσαι προπετεῖς εὐγενὲς ὑπὸ τῆς ἀπειρίας οἰόμενοι τὸ τῆς ὀργῆς ἀνυπόστολον, οἱ δʼ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ πραγματικῶς καὶ κακοήθως ἐχρῶντο ταῖς διαβολαῖς, προέλκοντες ἀεὶ τὰ μειράκια καὶ τὸ θρασὺ καταλογιζόμενοι βίαιον ἔσεσθαι πρὸς τὸν γεγεννηκότα. 16.70τὸ γὰρ οὐκ αἰδεῖσθαι ταῖς τῆς μητρὸς ἁμαρτίαις οὐδʼ οἴεσθαι δίκαια παθεῖν ἐκείνην ἄσχετον εἶναι πρὸς τὸ μὴ τὸν αἴτιον δοκοῦντα τιμωρήσεσθαι καὶ διʼ αὐτοχειρίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.63 Joseph. AJ 16.69 (English) >>Joseph. AJ 16.73

Powered by PhiloLogic